Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.256 Joseph. AJ 8.260 (English) >>Joseph. AJ 8.265

8.258παραλαβὼν δὲ Ἴσωκος ἀμαχητὶ τὴν πόλιν δεξαμένου Ῥοβοάμου διὰ τὸν φόβον οὐκ ἐνέμεινε ταῖς γενομέναις συνθήκαις, ἀλλʼ ἐσύλησε τὸ ἱερὸν καὶ τοὺς θησαυροὺς ἐξεκένωσε τοῦ θεοῦ καὶ τοὺς βασιλικοὺς χρυσοῦ καὶ ἀργύρου μυριάδας ἀναριθμήτους βαστάσας καὶ μηδὲν ὅλως ὑπολιπών. 8.259περιεῖλε δὲ καὶ τοὺς χρυσοῦς θυρεοὺς καὶ τὰς ἀσπίδας, ἃς κατεσκεύασε Σολόμων βασιλεύς, οὐκ εἴασε δὲ οὐδὲ τὰς χρυσᾶς φαρέτρας, ἃς ἀνέθηκε Δαυίδης τῷ θεῷ λαβὼν παρὰ τοῦ τῆς Σωφηνῆς βασιλέως, καὶ τοῦτο ποιήσας ἀνέστρεψεν εἰς τὰ οἰκεῖα. 8.260μέμνηται δὲ ταύτης τῆς στρατείας καὶ Ἁλικαρνασεὺς Ἡρόδοτος περὶ μόνον τὸ τοῦ βασιλέως πλανηθεὶς ὄνομα, καὶ ὅτι ἄλλοις τε πολλοῖς ἐπῆλθεν ἔθνεσι καὶ τὴν Παλαιστίνην Συρίαν ἐδουλώσατο λαβὼν ἀμαχητὶ τοὺς ἀνθρώπους τοὺς ἐν αὐτῇ. 8.261φανερὸν δʼ ἐστίν, ὅτι τὸ ἡμέτερον ἔθνος βούλεται δηλοῦν κεχειρωμένον ὑπὸ τοῦ Αἰγυπτίου· ἐπάγει γάρ, ὅτι στήλας κατέλιπεν ἐν τῇ τῶν ἀμαχητὶ παραδόντων ἑαυτοὺς αἰδοῖα γυναικῶν ἐγγράψας· Ῥοβόαμος δʼ αὐτῷ παρέδωκεν ἡμέτερος βασιλεὺς ἀμαχητὶ τὴν πόλιν. 8.262φησὶ δὲ καὶ Αἰθίοπας παρʼ Αἰγυπτίων μεμαθηκέναι τὴν τῶν αἰδοίων περιτομήν· Φοίνικες γὰρ καὶ Σύροι οἱ ἐν τῇ Παλαιστίνῃ ὁμολογοῦσι παρʼ Αἰγυπτίων μεμαθηκέναι.” δῆλον οὖν ἐστιν, ὅτι μηδένες ἄλλοι περιτέμνονται τῶν ἐν τῇ Παλαιστίνῃ Σύρων μόνοι ἡμεῖς. ἀλλὰ περὶ μὲν τούτων ἕκαστοι λεγέτωσαν τι ἂν αὐτοῖς δοκῇ.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.256 Joseph. AJ 8.260 (English) >>Joseph. AJ 8.265

Powered by PhiloLogic